PAL

Ptolemaeus Arabus et Latinus

_ (the underscore) is the placeholder for exactly one character.
% (the percent sign) is the placeholder for no, one or more than one character.
%% (two percent signs) is the placeholder for no, one or more than one character, but not for blank space (so that a search ends at word boundaries).

At the beginning and at the end, these placeholders are superfluous.

Pseudo-Ptolemy
Karpos

edited by Emilie Boer

How to cite this transcription?

This is the critical edition (without the critical apparatus) of the Greek text as published by Emilie Boer (Claudii Ptolemaei opera quae exstant omnia, III.2: ΚΑΡΠΟΣ. Pseudo-Ptolemaei Fructus sive Centiloquium, Leipzig, 1961 [revised edition, first edition published in 1952]). The OCR transcription, made with the software Nashi, has been corrected by Beatriz Alfaro Pérez.

Ο ΚΑΡΠΟΣ

ΠΡΟΟΙΜΙΟΝ

Προεκθέμενοι, ὦ Σῦρε, τὰς ἐνεργείας τῶν ἀστέρων τὰς ἐν τῷ συνθέτῳ διενεργουμένας κόσμῳ καὶ πολὺ λυσιτελούσας πρὸς τὴν πρόγνωσιν, καὶ τὸ παρὸν ἐξεθέμεθα πόνημα, ὅπερ καρπός ἐστι τῶν βιβλίων ἐκείνων, γυμνασθὲν διὰ πείρας. δεῖ οὖν τὸν μέλλοντα τοῦτο μετιέναι πρότερον διελθεῖν τὰς τῆς ἐπιστήμης ἁπάσας μεθόδους, εἶτα πρὸς τὴν ἀνάγνωσιν τούτου χωρῆσαι.

〈1〉 α'

Ἀπὸ σοῦ καὶ ἀπὸ τῆς ἐπιστήμης οὐ γάρ ἐστι δυνατὸν τῷ ἐπιστήμονι τὰς μερικὰς ἰδέας τῶν πραγμάτων ἀναγγεῖλαι, ὥσπερ οὐδὲ ἡ αἴσθησις δέχεται τὴν μερικὴν ἰδέαν τοῦ αἰσθητοῦ ἀλλά τινα γενικήν. καὶ δεῖ τὸν μετιόντα καταστοχάζεσθαι τῶν πραγμάτων· μόνοι γὰρ οἱ ἐνθουσιῶντες προλέγουσι καὶ τὰ μερικά.

〈2〉 β'

Ὅτε ἐπιζητήσει τὸ κρεῖττον ὁ βουλόμενος, οὐκ ἔσται μεταξὺ αὐτοῦ καὶ τῆς ἰδέας τοῦ πράγματος διαφορά τις.

〈3〉 γ'

Ὁ πρός τι πρᾶγμα ἐπιτήδειος ἕξει πάντως καὶ τὸν δηλοῦντα ἀστέρα τοιοῦτον ἐνδύναμον ἐν τῷ ἰδίῳ γενεθλίῳ.

〈4〉 δ'

Ἡ ἐπιτηδεία ψυχὴ πρὸς πρόγνωσιν πλέον ἐπιτυγχάνει τοῦ ἀληθοῦς ἢ ὁ ἄκρως ἀσκήσας τὴν ἐπιστήμην.

〈5〉 ε'

Δύναται ὁ ἐπιστήμων πολλὰς ἀποτρέψασθαι ἐνεργείας τῶν ἀστέρων, ὅτε ἐστὶν εἰδήμων τῆς φύσεως αὐτῶν, καὶ προπαρασκευάσαι ἑαυτὸν πρὸ τῆς συμπτώσεως τῶν ἐνεργειῶν.

〈6〉 ϛ'

Τότε ὠφελεῖ ἡ ἐπιλογὴ τῶν ἡμερῶν καὶ τῶν ὡρῶν, ὅτε ἐστὶν ὁ καιρὸς εὐθετος. εἰ γὰρ ἐναντίος ἐστίν, οὐδὲν λυσιτελήσει, εἰ τάχα καὶ πρὸς ἀγαθὴν ἐφορᾷ ἔκβασιν.

〈7〉 ζ

Οὐ δύναταί τις καταλαβεῖν τὰς κράσεις τῶν ἀστέρων, εἰ μὴ πρότερον διαγνῷ τὰς διαφορὰς καὶ τὰς κράσεις τὰς φυσικάς.

〈8〉 η'

Ἡ σοφὴ ψυχὴ συνεργεῖ τῇ οὐρανίᾳ ἐνεργείᾳ ὥσπερ ὁ ἄριστος γεωργὸς συνεργεῖ τῇ φύσει διὰ τῆς ἀροτριάσεως καὶ ἀνακαθάρσεως.

〈9〉 θ'

Τὰ ἐν τῇ γενέσει καὶ φθορᾷ εἴδη πάσχει ὑπὸ τῶν οὐρανίων εἰδῶν. καὶ διὰ τοῦτο χρῶνται τούτοις οἱ στοιχειωματικοὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων σκοποῦντες ἐπʼ αὐτά.

〈10〉 ι'

Χρῶ ἐν ταῖς ἐπιλογαῖς τῶν ἡμερῶν καὶ τῶν ὡρῶν τοῖς κακοποιοῖς, ὥσπερ ὁ ἄριστος ἰατρὸς τοῖς δηλητηρίοις πρὸς θεραπείαν συμμέτρως.

〈11〉 ια'

Μὴ πρότερον ἐπιλέξῃ ἡμέραν καὶ ὥραν, πρὶν ἂν διαγνῷς τὴν ποιότητα τοῦ προκειμένου πράγματος.

〈12〉 ιβ'

Ἡ φιλία καὶ τὸ μῖσος κωλύουσι τὸ προβαίνειν ἀληθῆ τὰ ἀποτελέσματα· ἐλαττοῦσι γὰρ τὰ μέγιστα καὶ μεγαλύνουσιν τὰ σμικρότατα.

〈13〉 ιγ'

Ὅτε δηλώσει ἡ οὐρανία δύναμίς τι, χρῶ συνεργοῖς καὶ τοῖς φθαρτικοῖς ἄστροις ἤτοι τοῖς δευτερείοις.

〈14〉 ιδ'

Ὢ πόσα σφάλλεται ὁ ἐπιστήμων, ὅτε ὁ ἕβδομος τόπος καὶ ὁ κύριος αὐτοῦ ὦσι κεκακωμένοι.

〈15〉 ιε'

Οἱ ὡροσκόποι τῶν ἐχθρῶν τῆς βασιλείας εἰσὶ τὰ ἀποκεκλικότα ζῷδια ἀπὸ τοῦ ὡροσκόπου αὐτῆς, οἱ δὲ ὡροσκόποι τῶν οἰκείων εἰσὶ τὰ κέντρα, καὶ οἱ ὡροσκόποι τῶν ἐν αὐτῇ ἀναστρεφομένων εἰσὶν αἱ ἐπαναφοραί. τὸ αὐτὸ καὶ ἐπὶ τῶν δογμάτων.

〈16〉 ιϛ'

Ὅτε κυριεύουσιν οἱ ἀγαθοποιοὶ τοῦ ὀγδόου τόπου, ἐπάγουσι τὴν βλάβην ἀπὸ ἀνδρῶν ἀγαθῶν, εἰ δὲ ἀγαθύνονται, ἀπαλλάττουσι ταύτης.

〈17〉 ιζ'

Ὅτε ἀποτελεῖς περὶ ζωῆς γέροντος, μὴ πρότερον ἀποτελέσῃς, πρὶν ἂν καταμετρήσῃς. ὁπόσα ἐνδέχεται τοῦτον ἔτη ζῆσαι.

〈18〉 ιη'

Ὅτε οἱ δύο φωστῆρες ἐν ἑνὶ λεπτῷ εἰσιν, ὡροσκοπεῖ δὲ καὶ ἀγαθοποιός, ἐν πᾶσιν ἔσται εὐτυχὴς τοῖς ἀνὰ χεῖρα ὁ γεννώμενος· ὡσαύτως καὶ εἰ διαμετροῦσιν ἀλλήλοις ἀπὸ τοῦ ὡροσκόπου καὶ τοῦ δύνοντος. εἰ δὲ κακοποιός ἐστιν ἐν τῷ ὡροσκόπῳ, νόει τὸ ἐναντίον.

〈19〉 ιθ'

Ἀμβλύνεται ἡ τοῦ καθαρσίου ἐνέργεια τῆς σελήνης συνοδευούσης τῷ Διί.

〈20〉 κ'

Μὴ ἅψῃ μορίου διὰ σιδήρου σελήνης ἐπεχούσης τὸ ζῴδιον, ὃ κυριεύει τοῦ μορίου ἐκείνου.

〈21〉 κα'

Τῆς σελήνης οὔσης ἐν τῷ Σκορπίῳ ἢ τοῖς Ἰχθύσι καὶ τοῦ κυρίου τοῦ ὡροσκόπου συνάπτοντος ἀστέρι ὑπὸ γῆν ὄντι, ἀγαθὸν καθαρσίοις κρῆσθαι· εἰ δὲ συνάπτει ἀστέρι ὑπὲρ γῆν ὄντι, ἐμέσει τὸ καθάρσιον ὁ πιῶν.

〈22〉 κβ'

Μὴ χρῶ μήτε κόψῃς ἱμάτιον τῆς σελήνης οὔσης ἐν τῷ Λέοντι. εἰ δὲ κεκακωμένη ᾖ, μεῖζον τὸ κακόν.

〈23〉 κγ'

Ὁ συσχηματισμὸς τῆς σελήνης πρὸς τοὺς ἀστέρας ποιεῖ εὐκίνητον τὸν γεννώμενον, καὶ εἴ γε δυνατοὶ ὑπάρχουσιν οἱ ἀστέρες, δηλοῖ ἐπιτευκτικὴν τὴν κίνησιν. εἰ δὲ ἀσθενεῖς, ἄπρακτον.

〈24〉 κδ'

Ἡ ἔκλειψις τῶν φώτων ἐν τοῖς κέντροις τοῖς γενεθλιακοῖς γινομένη ἢ τοῖς τῶν ἐναλλαγῶν τῶν ἐτῶν βλαβερά· λάμβανε δὲ τὸν χρόνον ἀπὸ τῆς μεταξὺ διαστάσεως τοῦ ὡροσκόπου καὶ τοῦ τόπου τῆς ἐκλείψεως. καὶ ὥσπερ λαμβάνεις τοὺς χρόνους ἀπὸ τῶν ὡρῶν τῆς ἡλιακῆς ἐκλείψεως, οὕτως καὶ τοὺς μῆνας ἀπὸ τῶν ὡρῶν τῆς σεληνιακῆς ἐκλείψεως.

〈25〉 κε'

Ποίησον τὸν περίπατον τοῦ ἐπικρατήτορος, ὅτε ἐστὶν ἐν τῷ μεσουρανήματι, διὰ τῶν ἀναφορῶν τῆς ὀρθῆς σφαίρας, ὅτε δέ ἐστιν ἐν τῷ ὡροσκόπῳ, διὰ τῶν ἀναφορῶν τοῦ κλίματος.

〈26〉 κϛ'

Κρύπτεται πάνυ τὸ πρᾶγμα, ὅτε ὁ δηλῶν αὐτὸ ἀστὴρ συνοδεύει τῷ ἡλίῳ ἢ ὑπὸ γῆν ἐστιν ἢ ἐν τόπῳ ἀνοικείῳ. φανερὸν δέ ἐστι τὸ πρᾶγμα, ὅτε ἀπὸ ταπεινώματος ἀναφέρεται ἐπὶ τὸ ὕψωμα καὶ ὑπάρχει ἐν κέντρῳ οἰκείῳ.

〈27〉 κζ'

Ἡ Ἀφροδίτη περιποιεῖται τῷ γεννωμένῳ ἡδονὴν ἐν τῷ μορίῳ, οὗ κυριεύει τὸ ζῴδιον, ἐν ᾧ ὑπάρχει· τὸ αὐτὸ καὶ ἐπὶ τῶν λοιπῶν ἀστέρων.

〈28〉 κη'

Ὅτε οὐ δυνηθῇς ποιῆσαι τὴν σελήνην συνοδεύειν ἄστροις δυσί, ποίησον ταύτην συνοδεύειν ἀπλανεῖ κρᾶσιν ἔχοντι τῶν δύο.

〈29〉 κθ'

Οἱ ἀπλανεῖς ἀστέρες παρέχουσιν εὐτυχίας ἀλόγους καὶ παραδόξους, ἀλλʼ ὡς ἐπὶ τὸ πλεῖστον ἐπισφραγίζουσι ταύτας δυστυχίαις.

〈30〉 λ'

Ἰδὲ ἐν ταῖς ἀναγορεύσεσι τῶν βασιλέων· εἰ συμφωνεῖ ὁ ὡροσκόπος τῆς ἀναγορεύσεως τῷ ὡροσκόπῳ τῆς γεννήσεως τοῦ παιδὸς τοῦ βασιλέως, γενήσεται ὁ τοιοῦτος διάδοχος τῆς βασιλείας.

〈31〉 λα'

Ὅτε ὁ ἐπικρατήτωρ τῆς βασιλείας εἰς κλιμακτηρικὸν τόπον ἐμπέσῃ, τελευτήσει ὁ τηνικαῦτα βασιλεὺς ἢ ἄρχων τις μέγας ἐν αὐτῇ, καὶ ἢν εὑρεθῇ ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους τῆς βασιλείας ἀστὴρ ἐν τῷ ζῳδίῳ τοῦ καταντήματος μέγας τις κατὰ τὴν φύσιν τοῦ τοιούτου ἀστέρος.

〈32〉 λβ'

Τὴν ὁμόνοιαν ποιεῖται μεταξὺ δύο ὁ σύμφωνος μετασχηματισμὸς τῶν ἀστέρων τῶν δηλούντων τὸ εἶδος τοῦ πράγματος, ἐφʼ ᾧ συνέστη ἡ φιλία ἐν ἑκατέρῳ τῶν γενεθλίων.

〈33〉 λγ'

Ἡ φιλία καὶ τὸ μῖσος λαμβάνονται ἔκ τε τῆς συμφωνίας καὶ ἀσυμφωνίας τῶν φωστήρων καὶ τῶν ὡροσκόπων ἑκατέρου γενεθλίου, ἐπιτείνει δὲ τὴν φιλίαν τὰ ὑπακούοντα.

〈34〉 λδ'

Ὁ ἐπικρατήτωρ ἢ ὁ οἰκοδεσπότης τῆς συνόδου ἐπίκεντρος τυχὼν δηλοῖ πάντα τὰ γινόμενα ἐν ἐκείνῳ τῷ μηνί.

〈35〉 λε'

Ὅτε καταντήσει ὁ ἥλιος εἰς τόπον τινὸς ἀστέρος, κινεῖ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐν τῷ ἀέρι.

〈36〉 λϛ'

Χρῶ συνεργοῖς τοῖς ἀπλανέσι ἐν ταῖς οἰκοδομαῖς τῶν πόλεων, τοῖς δὲ πλανήταις ἐν ταῖς οἰκοδομαῖς τῶν οἴκων. καὶ πάσης πόλεως ἐχούσης τὸν Ἄρη μεσουρανοῦντα οἱ βασιλεῖς σπάθῃ ἀναιροῦνται ὡς ἐπὶ τὸ πλεῖστον.

〈37〉 λζ'

Oἱ ἔχοντες ὡροσκόπον τὴν Παρθένον ἢ τοὺς Ἰχθῦς ἔσονται αἴτιοι τῆς ἑαυτῶν ἐξουσίας, οἱ δὲ ἔχοντες ὡροσκόπον τὸν Κριὸν ἢ Ζυγὸν αἴτιοι ἔσονται τοῦ ἑαυτῶν θανάτου. καὶ τῷ αὐτῷ τρόπῳ συλλογίζου καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων.

〈38〉 λη'

Ὅτε ὁ Ἑρμῆς ὑπάρχει ἔν τινι τῶν οἴκων τοῦ Κρόνου καί ἐστι ἐνδύναμος, δίδωσι τῷ γεννηθέντι στοχαστικὴν διάνοιαν καὶ ἀκριβῆ τῶν πραγμάτων, ἐν δὲ τῷ οἴκῳ τοῦ Ἄρεως δίδωσιν εὐγλωττίαν καὶ μάλιστα ἐν τῷ Κριῷ.

〈39〉 λθ'

Ἡ κάκωσις τοῦ ἑνδεκάτου τόπου ἐν τῇ ἀναγορεύσει τοῦ βασιλέως δηλοῖ βλάβην τῶν οἰκείων αὐτοῦ, ἡ δὲ τοῦ δευτέρου κάκωσις δηλοῖ βλάβην τῆς ποίμνης αὐτοῦ.

〈40〉 μ'

Ὅτε ἐπισχεθῇ ὁ ὡροσκόπος παρὰ κακοποιῶν, ἡδύνεται ὁ γεννηθεὶς αἰσχροῖς πράγμασι καὶ τὰς δυσώδεις ὀσμὰς ἀποδέχεται.

〈41〉 μα'

Παραφυλάττου τὴν κάκωσιν τοῦ ὀγδόου καὶ τοῦ κυρίου αὐτοῦ ἐν τῷ καιρῷ τῆς ἀποδημίας, τὴν δὲ τοῦ δευτέρου καὶ τοῦ κυρίου αὐτοῦ ἐν τῷ καιρῷ τῆς εἰσελεύσεως.

〈42〉 μβ'

Ὅτε νόσος ἄρξεται τῆς σελήνης οὔσης ἐν ζῳδίῳ, ἐν ᾧ ἦν τις κακοποιὸς ἐν τῇ γεννήσει ἢ ἐν τῷ τετραγώνῳ αὐτοῦ ἢ ἐν τῷ διαμέτρῳ, ἔσται δυσχερεστάτη. εἰ δὲ κακοποιὸς ἐπιβλέπει, ἐπικίνδυνος· εἰ δὲ ἐν τόπῳ ἐστίν, ἔνθα ᾖν ἐν τῇ γεννήσει ἀγαθοποιός, ἔσται ἀκίνδυνος.

〈43〉 μγ'

Τὰ κακοποιὰ σχήματα τοῦ ἔθνους ἐπιτείνουσιν οἱ κατὰ πάροδον ἐναντίοι σχηματισμοί.

〈44〉 μδ'

Ὅτε ὁ ὡροσκόπος τοῦ ἀρρώστου ἐναντιοῦται τοῖς σχήμασι τοῦ γενεθλίου αὐτοῦ καὶ μὴ καταντήσει ὁ χρόνος ἐπέκεινα, ἐναντίον ἐστίν.

〈45〉 με'

Πᾶς ἄνθρωπος μὴ ἔχων τοὺς ἐπικρατήτορας τοῦ γενεθλίου αὐτοῦ ἢ τὸν ὡροσκόπον ἐν ἀνθρωποειδέσι ζῳδίοις, ἔσται ἀπεξενωμένος 〈ἀνθρώποις〉.

〈46〉 μϛ'

Αἱ μεγάλαι εὐτυχίαι ἐν τοῖς γενεθλίοις ἀπὸ τῶν ἀπλανῶν γίνονται καὶ τῶν κέντρων τῶν συνόδων καὶ ἀπὸ τοῦ τόπου τοῦ κλήρου τῆς τύχης τῆς βασιλείας, ὅτε τύχῃ ὁ ὡροσκόπος ἐν αὐτοῖς.

〈47〉 μζ'

Ὅτε ἐμπέσῃ ἐν γενεθλίῳ κακοποιὸς ἐν τόπῳ ἀγαθοποιοῦ ἐν ἑτέρῳ γενεθλίῳ, βλαβήσεται ὁ ἔχων τὸν ἀγαθοποιὸν παρὰ τοῦ ἔχοντος τὸν κακοποιόν.

〈48〉 μη'

Ὅτε τύχῃ τὸ μεσουράνημα τοῦ κυρίου 〈ὢν ὁ〉 ὡροσκόπος τοῦ ὑποχειρίου καὶ οἱ ἐπικρατήτορες φιλίῳ συσχηματισθῶσι σχήματι, ἐπὶ πολὺν χρόνον ἀχώριστοι διαρκέσουσι, τὸ αὐτὸ δὲ καὶ εἰ ὁ ἕκτος τόπος τοῦ δούλου τύχῃ 〈ὢν ὁ〉 ὡροσκόπος τοῦ δεσπότου.

〈49〉 μθ'

Ὅτε ὁ ὡροσκόπος τοῦ ὑποχειρίου ὑπάρχει μεσουράνημα ἐν 〈τῷ〉 γενεθλίῳ τοῦ κυρίου, ἐμπιστευθήσεται ὁ κύριος τῷ ὑποχειρίῳ ἐκείνῳ.

〈50〉 ν'

Μὴ παραδράμῃς τὰς ριθ συνόδους τῶν πλανήτων· ἐν αὐταῖς γὰρ κεῖται ἡ γνῶσις τῶν γινομένων ἐν τῷ κόσμῳ, τῆς γενέσεως καὶ τῆς φθορᾶς.

〈51〉 να'

Ἔνθα ἐστὶν ἡ σελήνη ἐν τῷ καιρῷ τῆς γεννήσεως, ἐκεῖνο τὸ ζῴδιον ὡροσκόπησεν ἐν τῇ σπορᾷ· καὶ ἔνθα ἐπὶ τῆς σπορᾶς τύχοι, ἐκεῖνο ἐν τῇ ἀποκυήσει ὡροσκοπήσει.

〈52〉 νβ'

Τῶν μακρῶν ἀνδρῶν οἱ οἰκοδεσπόται τῆς γεννήσεως ἐν τοῖς ἀπογείοις εἰσὶ καὶ ὡροσκόποι τούτων ἐν ταῖς ἀρχαῖς τῶν ζῳδίων. τῶν δὲ κολοβῶν ἐν τοῖς περιγείοις συνεξεταζομένων αὐτοῖς καὶ τῶν πολυαναφόρων καὶ ὀλιγοαναφόρων ζῳδίων.

〈53〉 νγ'

Τῶν ἰσχνῶν οἱ οἰκοδεσπόται πλάτος οὐκ ἔχουσι, τῶν δὲ παχέων πλάτος ἔχουσι, καὶ εἰ μέν ἐστι τὸ πλάτος νότιον, εὐκίνητοι ἔσονται, εἰ δὲ βόρειον, δυσκίνητοι.

〈54〉 νδ'

Οἱ οἰκοδεστόται ἐπὶ κτισμάτων συνάπτοντες ἄστροις ὑπὸ γῆν ἐμποδίζουσι τῇ ὑψώσει τοῦ κτίσματος.

〈55〉 νε'

Μειοῦται ἡ βλάβη τοῦ Ἄρεως ἡ εἰς τὰ πλοῖα, ὅτε μὴ μεσουρανεῖ μήτε ἐν τῷ ἑνδεκάτῳ τόπῳ ἐστίν· ἐν γὰρ τούτοις τοῖς τόποις φθείρει τὸ πλοῖον καταδυναστευόντων τῶν ἐν αὐτῷ λῃστῶν, εἰ δὲ καὶ ὁ ὡροσκόπος κακοῦται διά τινος ἀπλανοῦς ἀστέρος τῆς κράσεως ὄντος τοῦ Ἄρεως, καυθήσεται τὸ πλοῖον.

〈56〉 νϛ'

Ἐν τῷ πρώτῳ τῆς σελήνης τετραγώνῳ ἐκρέουσιν αἱ ὑγρότητες τῶν σωμάτων μέχρι τοῦ δευτέρου, ἐν δὲ τοῖς λοιποῖς ἐλαττοῦνται.

〈57〉 νζ'

Ὅτε ἴδῃς τὸν ἕβδομον τόπον καὶ τὸν κύριον αὐτοῦ κεκακωμένον ἐπὶ ἀρρώστου, ἄλλαξαι τὸν ἰατρόν.

〈58〉 νη'

Ἰδὲ τὸν τόπον τῆς συνόδου ἐν ποίῳ τόπῳ ἐστὶ τοῦ ὡροσκόπου τοῦ χρόνου· τὸ γὰρ σύμπτωμα τότε ἔσται, ὅτε καταντήσει ἐκεῖσε ὁ περίπατος.

〈59〉 νθ'

Μὴ ἀπόφηνον περὶ ἀποδημοῦντος ὅτι ἐτελεύτησε, πρὶν ἂν σκοπήσῃς, ὅτι οὐ μεθύει, μηδʼ ὅτι ἐστὶ τετρωμένος, πρὶν ἂν ἐξετάσῃς, μήποτε ἐφλεβοτομήθη, μηδʼ ὅτι εὗρε πλοῦτον, πρὶν ἂν ἐρευνήσῃς, μήποτε παρακαταθήκην ἔλαβεν· ὁμοιοῦσι γὰρ ἐπὶ τούτων τὰ σχήματα.

〈60〉 ξ'

Ἐπὶ τῶν ἀρρώστων βλέπε τὰς κρισίμους ἡμέρας καὶ τὴν ἐποχὴν τῆς σελήνης ἐν ταῖς γωνίαις τοῦ ἑξκαιδεκαέδρου· ὅτε γὰρ εὕρῃς τὰς τοιαύτας γωνίας ἀκακώτους, καλὸν ἔσται τῷ νοσοῦντι, εἰ δὲ κεκακωμένας, ἐναντίον.

〈61〉 ξα'

Ἡ σελήνη δηλοῖ τὰ τοῦ σώματος ὡς ὁμοιοῦντος αὐτῇ κατὰ τὴν κίνησιν.

〈62〉 ξβ'

Ὅτε ποιήσεις τὸ λεπτὸν τῆς συνόδου ἀρχήν, δύνασαι ἀποτελέσαι περὶ τῆς μεταβολῆς τῶν ἀέρων ἐν ἐκείνῳ τῷ μηνί. τὸ γὰρ ἀποτέλεσμα ἔσται κατὰ τὸν ἐπικρατήτορα τῆς γωνίας ἑκάστου σχήματος. νικᾷ γὰρ οὗτος τὴν φύσιν τοῦ ἀέρος προσλαμβάνων ἐν τούτοις καὶ τὴν κρᾶσιν τοῦ ἐνεστῶτος καιροῦ.

〈63〉 ξγ'

Ἰδέ, ὅτε συνοδεύει ὁ Κρόνος καὶ ὁ Ζεύς, τίς τούτων καθυπερτερεῖ, καὶ κατὰ τὴν φύσιν ἐκείνου ἀποτέλεσον. τὸ αὐτὸ ποίησον καὶ ἐπὶ τῶν λοιπῶν εἴκοσι συνόδων.

〈64〉 ξδ'

Ἐν τῇ ἐλαχίστῃ συνόδῳ ἡ διαφορὰ τῆς μέσης συνόδου καὶ ἐν τῇ μέσῃ ἡ διαφορὰ τὴς μεγίστης συνόδου.

〈65〉 ξε'

Ὅτε ἴδῃς ἐν τῇ ἐρωτήσει ἐπικρατήτορα, ἰδὲ ποίαν δύναμιν ἔχει οὗτος ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους ἢ τοῦ ὡροσκόπου τῆς συνόδου, καὶ πρὸς τὰ τοιαῦτα ἀποφαίνου.

〈66〉 ξς'

Μὴ μόνῳ τῷ περιπάτῳ χρῶ, ἀλλὰ καὶ ταῖς δόσεσιν τῶν ἀστέρων καὶ ταῖς λήψεσιν.

〈67〉 ξζ'

Ἐλαττοῦντοι αἱ δόσεις τῶν 〈ἀστέρων〉 διʼ ἀδυναμίαν τοῦ δεχομένου αὐτάς.

〈68〉 ξη'

Ὅτε ἐστὶν ὁ κακοποιὸς ἑῷος, δηλοῖ συμπτώματα· εἰ δὲ ἑσπέριος, δηλοῖ νόσους.

〈69〉 ξθ'

Ὅτε διαμετρεῖ ἡ σελήνη τὸν ἥλιον καὶ συνοδεύει νεφελοειδέσιν ἀστράσιν, σίνος περὶ τὰς ὄψεις γίνεται. καὶ ὅτε ἐν τῷ δυτικῷ κέντρῳ ἐστὶν ἡ σελήνη, οἱ δὲ δύο κακοποιοὶ ἐν τῷ ἀνατολικῷ, ὁ δὲ ἥλιος ἐπίκεντρος, τυφλωθήσεται.

〈70〉 ο'

Ἐπὶ τῶν ἐνθουσιώντων οὐ συνάπτει ἡ σελήνη τῷ Ἑρμῇ οὐδὲ ἑκάτερος τῷ ὡροσκόπῳ, ἐπὶ τῶν δαιμονιζομένων πρὸς τούτῳ τῷ σχήματι ἐπίκεντρος ἔσται ὁ Κρόνος νυκτός, ὁ δὲ Ἄρης ἡμέρας, καὶ μάλιστα ἐν τῷ Καρκίνῳ καὶ τῇ Παρθένῳ καὶ τοῖς Ἰχθύσι.

〈71〉 οα'

Ἐν τῇ γεννήσει τῶν ἀνδρῶν ὅτε εἰσὶν οἱ δύο φωστῆρες ἐν ἀρσενικοῖς ζῳδίοις, γίνονται αἱ ἐνέργειαι αὐτῶν κατὰ φύσιν, ἐπὶ δὲ τῶν γυναικῶν ἐπιτείνονται αἱ τοιαῦται ἐνέργειαι· τὸ αὐτὸ καὶ ἐπὶ τοῦ Ἄρεως καὶ ἐπὶ τῆς Ἀφροδίτης ἑῷοι γὰρ ὄντες ἀρρενοῦνται, ἑσπέριοι δὲ θηλύνονται.

〈72〉 οβ'

Λάμβανε τὰ τῆς ἀνατροφῆς ἀπὸ τῶν τριγωνοκρατόρων τοῦ ὡροσκόπου, τὰ δὲ τοῦ βίου ἀπὸ τῶν τριγωνοκρατόρων τοῦ αἱρετικοῦ φωτός.

〈73〉 ογ'

Ὅτε τύχῃ ὁ Ἄρης μετὰ τῆς κεφαλῆς τῆς Γοργόνος μὴ ἐφορώμενος ὑπὸ ἀγαθοποιοῦ, μήτε μὴν ἀγαθοποιὸς ὑπάρχῃ ἐν τῷ ὀγδόῳ, διαμετρῇ δὲ ὁ κύριος τοῦ αἱρετικοῦ φωτὸς τὸν Ἄρη ἢ τετραγωνίζῃ, ἀποκεφαλισθήσεται ὁ γεννηθείς. εἰ δὲ μεσουρανεῖ ὁ φωστήρ, καὶ σταυρωθήσεται τὸ σῶμα αὐτοῦ· εἰ δὲ ἡ συναφὴ γένηται ἀπὸ τῶν Διδύμων ἢ τῶν Ἰχθύων, κοπήσονται αἱ χεῖρες αὐτοῦ καὶ οἱ πόδες.

〈74〉 οδ'

Πᾶς ὁ ἔχων τὸν Ἄρη ὡροσκοποῦντα, ἕξει πάντως καὶ οὐλὴν ἐν τῷ προσώπῳ αὐτοῦ.

〈75〉 οε'

Ὅτε συνοδεύει ὁ Ἄρης τῷ κυρίῳ τοῦ ὡροσκόπου ἐν τῷ Λέοντι καὶ μὴ ἔχῃ ὁ Ἄρης οἰκοδεσποτίαν τινὰ ἐν τῷ ὡροσκόπῳ μήτε μὴν ἐν τῷ ὀγδόῳ τόπῳ, καυθήσεται ὁ γεννηθείς.

〈76〉 ος'

Ὅτε μεσουρανεῖ ὁ Κρόνος καὶ διαμετρεῖ τοῦτον ὁ αἱρετικὸς φωστὴρ καὶ ὑπάρχει τὸ ὑπόγειον γεῶδες ζῴδιον, τελευτήσει ὁ γεννηθεῖς ἀπὸ συμπτώματος οἰκημάτων· εἰ δὲ ὑδατῶδές ἐστι τὸ ζῴδιον, πνιγήσεται ἐν ὕδατι ὁ γεννηθείς· εἰ δὲ ἀνθρωποειδές ἐστιν, παρʼ ἀνθρώπων πνιγήσεται ἢ ἀγχόνῃ ἢ μάστιξι τελευτήσει· εἰ δὲ ἐστιν ἐν τῷ ὀγδόῳ ἀγαθοποιὸς ἐγγὺς τούτων γενόμενος, οὐκ ἀποθανεῖται.

〈77〉 οζ'

Ποίησον τὸν περίπατον τοῦ ὡροσκόπου διὰ τὰ σωματικά, τὸν δὲ κλῆρον τῆς τύχης διὰ τὰ ἐπίκτητα, τὴν δὲ σελήνην διὰ τὴν συναφὴν τοῦ σώματος πρὸς τὴν ψυχήν, τὸ δὲ μεσουράνημα διὰ τὰς πράξεις.

〈78〉 οη'

Πολλάκις ἐνεργεῖ ἀστὴρ ἐν ᾧ τόπῳ οὐκ ἔχει ἐνέργειαν, κέρδος ἀπροσδόκητον προσφέρων τῷ γεννωμένῳ.

〈79〉 οθ'

Ὅτε ὑπάρχει ὁ Ἄρης ἐν τῷ ἑνδεκάτῳ, οὐ καθαρεύει ὁ τοῦτον οὕτως ἔχων πρὸς τὸν ἴδιον κύριον.

π'

Ὅτε συνοδεύει ἡ Ἀφροδίτη τῷ Κρόνῳ καὶ ἔχει οἰκοδεσποτίαν τινὰ ἐν τῷ ἑβδόμῳ, ῥυπαρὸς ἔσται τὴν συνουσίαν ὁ γεννηθείς.

πα'

Οἱ καιροὶ διʼ ἑπτὰ τρόπων καταλαμβάνονται· ἀπὸ τῆς διαστάσεως τῆς μεταξὺ τῶν δύο ἐπικρατητόρων, ἀπὸ τῆς διαστάσεως τῶν μεταξὺ αὐτῶν σχηματισμῶν, ἀπὸ τῆς ἐπεμβάσεως τοῦ ἑτέρου πρὸς τὸν ἕτερον, ἀπὸ τῆς διαστάσεως τὴς μεταξὺ τοῦ ἑνὸς αὐτῶν καὶ τοῦ τόπου τοῦ δηλοῦντος τὸ ζητούμενον, ἀπὸ τῆς δόσεως τοῦ ἀστέρος μετὰ τὴν προσθαφαίρεσιν, καὶ ἀπὸ τῶν προποδισμῶν καὶ φάσεων καὶ τῶν ὁμοίων, καὶ ἀπὸ τῆς ἐπεμβάσεως τοῦ ἀστέρος ἐπὶ τὸν οἰκεῖον τόπον.

πβ'

Ὅτε ἐξισάσουσι τὰ σχήματα, ἰδὲ τὸν ὡροσκόπον τῆς συνόδου ἢ τῆς πανσελήνου, εἰ δὲ κἀκεῖνος ἐξισάσει, μὴ σπεύσῃς περὶ τὸ ἀποτέλεσμα.

πγ'

Ὁ καιρὸς τῆς προβολῆς δηλοῖ τὴν μεταξὺ τοῦ προβληθέντος καὶ τοῦ βασιλέως διάθεσιν, ἡ δὲ καθέδρα δηλοῖ τὰ τῆς πράξεως.

πδ'

Ὅτε ἐστὶν ὁ κύριος τοῦ ὡροσκόπου ἐν τῷ καιρῷ τοῦ προκαθῆσθαι ὁ Ἄρης καὶ ὑπάρχει ἐν τῷ δευτέρῳ καὶ συνάπτει τῷ κυρίῳ τοῦ δευτέρου, πολλὴν ζημίαν ποιήσει.

πε'

Ὅτε συσχηματισθῇ ὁ κύριος τοῦ ὡροσκόπου τῷ κυρίῳ τοῦ δευτέρου, ἑκουσίως ὁ ἄρχων ἐξόδους ποιήσει πολλάς.

πϛ'

Ὁ ἥλιος πηγή ἐστιν τῆς ζωτικῆς δυνάμεως, ἡ δὲ σελήνη τῆς φυσικῆς, ὁ δὲ Ζεὺς τῆς αὐξητικῆς, ὁ δὲ Ἄρης τῆς τόλμης, ὁ δὲ Ἑρμῆς τῆς λογικῆς, ἡ δὲ Ἀφροδίτη τῆς ἐπιθυμητικῆς.

πζ'

Αἱ ἐναλλαγαὶ τῶν μηνῶν γίνονται κατὰ ἡμέρας κη καὶ ὥρας β καὶ λεπτὰ ιη ἔγγιστα· τινὲς δὲ ἀπὸ τῆς ἐποχῆς τοῦ ἡλίου κρίνουσιν, ὅτε ἰσόμοιρος γένηται τῇ μοίρᾳ, ἣν ἐπεῖχεν ἐν τῇ καταρχῇ.

πη'

Ὅτε βουλόμεθα ποιῆσαι τὸν περίπατον τοῦ κλήρου τῆς τύχης ἐν ὅλῳ τῷ ἐνιαυτῷ τῆς ἐναλλαγῆς, λαμβάνομεν ἀπὸ τοῦ ἡλίου ἐπὶ τὴν σελήνην καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡροσκόπου.

πθ'

Ἰδὲ τὰ τοῦ πάππου ἀπὸ τοῦ ἑβδόμου τόπου, τὰ δὲ τοῦ θείου ἀπὸ τοῦ ἕκτου.

〈90〉 ҁ'

Ὅτε ἐπίδῃ ὁ ἐπικρατήτωρ τὸν ὡροσκόπον, τὸ κρυπτόμενον ἔσται κατὰ τὴν φύσιν τοῦ ὡροσκόπου, εἰ δὲ οὐκ ἐπιβλέπει τοῦτον, ἔσται κατὰ τὴν φύσιν τοῦ τόπου, ἐν ᾧ ἐστιν ὁ ἐπικρατήτωρ, καὶ ὁ μὲν διέπων δηλοῖ τὴν χροιὰν αὐτοῦ, ὁ δὲ τόπος τῆς σελήνης τὸν χρόνον· εἰ γὰρ ὑπὲρ γῆν ἐστι, νέον ἐστίν, εἰ δὲ ὑπὸ γῆν, παλαιόν· ὁ δὲ κλῆρος τῆς τύχης δηλοῖ τὸ μῆκος αὐτοῦ, εἰ πρόμηκες ἢ βραχύ, ὁ δὲ ὁριοκράτωρ τῆς μοίρας τοῦ τετάρτου καὶ τοῦ μεσουρανήματος καὶ τῆς σελήνης δηλοῖ τὴν φύσιν αὐτοῦ.

〈91〉 ҁα'

Ὅτε ὕπαυγός ἐστιν ὁ ἐπικρατήτωρ τοῦ ἀρρώστου, σημεῖον κακόν, καὶ μάλιστα, εἰ καὶ ὁ κλῆρος τῆς τύχης βλάπτεται.

〈92〉 ҁβ'

Τὰ τοῦ ἀρρώστου οὐ βλάπτει τοσοῦτον ὁ Κρόνος ἀνατολικός, ὥσπερ οὐδὲ ὁ Ἄρης δυτικός.

〈93〉 ҁγ'

Μὴ πρότερον ἀποτελέσῃς ἐκ τῶν σχημάτων, πρὶν ἂν τηρήσῃς τὴν σύνοδον. αἱ γὰρ ἀρχαὶ μετατρέποντοι ἐν πάσῃ συνόδῳ. μῖξον οὖν ἀμφότερα καὶ οὐχ ἁμαρτήσεις.

〈94〉 ҁδ'

Ὁ τόπος τοῦ δυνατωτέρου ἐκ τῶν ἐπικρατητόρων δηλοῖ τὰ ἐν τῷ σκοπῷ τοῦ ἐρωτῶντος.

〈95〉 ҁε'

Κινδυνεύει τὰ παρανατέλλοντα ἑκάστῳ δεκανῷ δηλοῦν τὴν προαίρεσιν τοῦ γεννωμένου καὶ τὴν τέχνην ἣν μετέρχεται.

〈96〉 ҁϛ'

Τὰ δηλοῦντα τὰ ἀποτελέσματα τῆς ἐκλείψεώς εἰσι τὰ ἐγγίζοντα κέντρα· σκόπει δὲ καὶ τὴν φύσιν τῶν συνόντων ἀστέρων, πλανητῶν καὶ ἀπλανῶν, καὶ τὰ παρανατέλλοντα, καὶ κατὰ ταῦτα ἀποφαίνου.

〈97〉 ҁζ'

Ὁ κύριος τῆς συνόδου ἢ τῆς πανσελήνου, ὅτε ἐστὶν ἐπίκεντρος, τελειοῦται τὸ πρᾶγμα, περὶ οὗ ἐστιν ἡ ἐρώτησις.

〈98〉 ҁη'

Dominus anguli coniunctionis et preventionis necnon et quartorum anni: cum fuerit fortis, erit eorum esse, quod significat, et si fuerit in angulis vel in succedentibus. et cum debilis fuerit, erit vile, scilicet in cadentibus. et similiter cum fuerit velox cursu vel tardus.

〈99〉 ҁθ'

Οἱ διᾴττοντες καὶ οἱ κομῆται τὰ δευτερεῖα φέρουσι τῶν ἀποτελεσμάτων.

〈100〉 ρ'

Οἱ διᾴττοντες δηλοῦσι ξηρότητα τοῦ ἀέρος, καὶ εἰ ἐφʼ ἓν μέρος φέρονται, δηλοῦσι τὸν ἐπʼ ἐκείνης τῆς γωνίας ἄνεμον, εἰ δὲ εἰς διάφορα μέρη φέρονται, δηλοῦσιν ὕδατος ἐλάττωσιν καὶ ἀκαταστασίαν ἀέρος καὶ στρατευμάτων ἐπιδρομάς. οἱ δὲ κομῆται, ὧν ἡ ἀπόστασις ἀπὸ τοῦ ἡλίου ἕνδεκά ἐστιν ζῴδια, εἰ φαίνουσιν ἐν κέντρῳ βασιλείας τινός, τελευτήσει ὁ βασιλεὺς ἐκείνης ἢ μέγας τις ἐν αὐτῇ, εἰ δʼ ἐν ἐπαναφορᾷ, εὖ ἕξει τὰ τῶν κειμηλίων αὐτοῦ καὶ ἀλλάξει τὸν διοικητὴν αὐτοῦ, εἰ δʼ ἐν ἀποκλίματι, γίνονται ἀρρωστίαι καὶ αἰφνίδιοι θάνατοι, εἰ δὲ κινεῖται ἀπὸ δυσμῶν ἐπʼ ἀνατολάς, ἐπελεύσεται ἐχθρὸς ἀλλότριος ταῖς χώραις, εἰ δὲ οὐ κινεῖται, ἐγχώριος ἔσται ὁ ἐχθρός.

[ρ']

[Πάσης πόλεως ἐχούσης τὸν Ἄρην μεσουρανοῦντα οἱ βασιλεῖς σπάθαις ἀναιροῦνται ὡς ἐπὶ τὸ πλεῖστον.]